Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.
- οὔκουν ἐγώ — δούλη γὰρ ἐκβεβλημένη
- δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους —
- μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;
- δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει.
- τί δʼ; αἰχμάλωτόν τοί μʼ ἀπῴκισας δόμων,
- ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα,
- ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι.
- τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα
- ἐς οὓς ἐχρῆν ἥκιστʼ ἐβούλευσεν φίλων.
- λέξω δὲ --- καίτοι δόξʼ ὅταν λάβῃ κακὴ
- γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις.
- ὡς μὲν παρʼ ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲ
- μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ,
- στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;
- ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί,
- οὐχ ὥστε θνῄσκειν, οὐδʼ ἃ γειναίμην ἐγώ.
- κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως
- λέκτροισι πείσας ᾤχετʼ ἐκ δόμων ἄγων
- πρυμνοῦχον Αὖλιν, ἔνθʼ ὑπερτείνας πυρᾶς