Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καλῶς ἄρʼ ἄρκυν ἐς μέσην πορεύεται —
  2. καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται.
Ὀρέστης
  1. τί δῆτα δρῶμεν; μητέρʼ ἦ φονεύσομεν;
Ἠλέκτρα
  1. μῶν σʼ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;
Ὀρέστης
  1. φεῦ·
  2. πῶς γὰρ κτάνω νιν, ἥ μʼ ἔθρεψε κἄτεκεν;
Ἠλέκτρα
  1. ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.
Ὀρέστης
  1. ὦ Φοῖβε, πολλήν γʼ ἀμαθίαν ἐθέσπισας —
Ἠλέκτρα
  1. ὅπου δʼ Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί;
Ὀρέστης
  1. ὅστις μʼ ἔχρησας μητέρʼ, ἣν οὐ χρῆν, κτανεῖν.
Ἠλέκτρα
  1. βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;
Ὀρέστης
  1. μητροκτόνος νῦν φεύξομαι, τόθʼ ἁγνὸς ὤν.
Ἠλέκτρα
  1. καὶ μή γʼ ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ.
Ὀρέστης
  1. ἐγὼ δὲ μητρὸς — ; τῷ φόνου δώσω δίκας;
Ἠλέκτρα
  1. τῷ δʼ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν;
Ὀρέστης
  1. ἆρʼ αὔτʼ ἀλάστωρ εἶπʼ ἀπεικασθεὶς θεῷ;
Ἠλέκτρα
  1. ἱερὸν καθίζων τρίποδʼ; ἐγὼ μὲν οὐ δοκῶ.
Ὀρέστης
  1. οὐδʼ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.
Ἠλέκτρα
  1. οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ.
Ὀρέστης
  1. ἀλλʼ ἦ τὸν αὐτὸν τῇδʼ ὑποστήσω δόλον;