Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἃ δʼ ἐς γυναῖκας — παρθένῳ γὰρ οὐ καλὸν
- λέγειν — σιωπῶ, γνωρίμως δʼ αἰνίξομαι.
- ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους
- κάλλει τʼ ἀραρώς. ἀλλʼ ἔμοιγʼ εἴη πόσις
- μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου.
- τὰ γὰρ τέκνʼ αὐτῶν Ἄρεος ἐκκρεμάννυται,
- τὰ δʼ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.
- ἔρρʼ, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ
- δίκην δέδωκας. — ὧδέ τις κακοῦργος ὢν
- μή μοι τὸ πρῶτον βῆμʼ ἐὰν δράμῃ καλῶς,
- νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας
- γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου.
- ἔπραξε δεινά, δεινὰ δʼ ἀντέδωκε σοὶ
- καὶ τῷδʼ· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος.
- εἶἑν· κομίζειν τοῦδε σῶμʼ ἔσω χρεὼν
- σκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ
- μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν.
- ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον.
- τί δʼ; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ;
- οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μʼ ἐγείνατο.