Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἄλγιστα δʼ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς·
- ᾔδησθα γὰρ δῆτʼ ἀνόσιον γήμας γάμον,
- μήτηρ δὲ σʼ ἄνδρα δυσσεβῆ κεκτημένη.
- ἄμφω πονηρὼ δʼ ὄντʼ ἀνῃρεῖσθον τύχην
- κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν.
- πᾶσιν δʼ ἐν Ἀργείοισιν ἤκουες τάδε·
- Ὁ τῆς γυναικός — οὐχὶ τἀνδρὸς ἡ γυνή.
- καίτοι τόδʼ αἰσχρόν, προστατεῖν γε δωμάτων
- γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ
- τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς
- οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.
- ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη
- τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.
- ὃ δʼ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,
- ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·
- τὰ δʼ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.
- ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.
- ἣ μὲν γὰρ αἰεὶ παραμένουσʼ αἴρει κακά·
- ὁ δʼ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν
- ἐξέπτατʼ οἴκων, σμικρὸν ἀνθήσας χρόνον.