Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- λέγʼ, εἴ τι χρῄζεις, σύγγονʼ· ἀσπόνδοισι γὰρ
- νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.
- εἶἑν· τίνʼ ἀρχὴν πρῶτά σʼ ἐξείπω κακῶν,
- ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;
- καὶ μὴν διʼ ὄρθρων γʼ οὔποτʼ ἐξελίμπανον
- θρυλοῦσʼ ἅ γʼ εἰπεῖν ἤθελον κατʼ ὄμμα σόν,
- εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα
- τῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι
- ἐκεῖνʼ ἅ σε ζῶντʼ ἤθελον λέξαι κακά.
- ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς
- καὶ τόνδʼ ἔθηκας, οὐδὲν ἠδικημένος,
- κἄγημας αἰσχρῶς μητέρʼ ἄνδρα τʼ ἔκτανες
- στρατηλατοῦνθʼ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.
- ἐς τοῦτο δʼ ἦλθες ἀμαθίας ὥστʼ ἤλπισας
- ὡς ἐς σὲ ἐμὴν δὴ μητέρʼ οὐχ ἕξοις κακὴν
- γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη.
- ἴστω δʼ, ὅταν τις διολέσας δάμαρτά του
- κρυπταῖσιν εὐναῖς εἶτʼ ἀναγκασθῇ λαβεῖν,
- δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν
- ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρʼ οἷ δʼ ἔχειν.