Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε.
  2. σύ τʼ, ὦ παρασπίστʼ, ἀνδρὸς εὐσεβεστάτου
  3. παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς
  4. δέχου· φέρῃ γὰρ καὶ σὺ τῷδʼ ἴσον μέρος
  5. ἀγῶνος· αἰεὶ δʼ εὐτυχεῖς φαίνοισθέ μοι.
Ὀρέστης
  1. θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης
  2. ἀρχηγέτας τῆσδʼ, εἶτα κἄμʼ ἐπαίνεσον
  3. τὸν τῶν θεῶν τε τῆς τύχης θʼ ὑπηρέτην.
  4. ἥκω γὰρ οὐ λόγοισιν ἀλλʼ ἔργοις κτανὼν
  5. Αἴγισθον· ὡς δὲ τῷ σάφʼ εἰδέναι τάδε
  6. προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,
  7. ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες,
  8. ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,
  9. πήξασʼ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν
  10. δοῦλος, πάροιθε δεσπότης κεκλημένος.
Ἠλέκτρα
  1. αἰσχύνομαι μέν, βούλομαι δʼ εἰπεῖν ὅμως.
Ὀρέστης
  1. τί χρῆμα; λέξον· ὡς φόβου γʼ ἔξωθεν εἶ.
Ἠλέκτρα
  1. νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ.
Ὀρέστης
  1. οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.
Ἠλέκτρα
  1. δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.