Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,
  2. πήξασʼ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν
  3. δοῦλος, πάροιθε δεσπότης κεκλημένος.
Ἠλέκτρα
  1. αἰσχύνομαι μέν, βούλομαι δʼ εἰπεῖν ὅμως.
Ὀρέστης
  1. τί χρῆμα; λέξον· ὡς φόβου γʼ ἔξωθεν εἶ.
Ἠλέκτρα
  1. νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ.
Ὀρέστης
  1. οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.
Ἠλέκτρα
  1. δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.
Ὀρέστης
  1. λέγʼ, εἴ τι χρῄζεις, σύγγονʼ· ἀσπόνδοισι γὰρ
  2. νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.
Ἠλέκτρα
  1. εἶἑν· τίνʼ ἀρχὴν πρῶτά σʼ ἐξείπω κακῶν,
  2. ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;
  3. καὶ μὴν διʼ ὄρθρων γʼ οὔποτʼ ἐξελίμπανον
  4. θρυλοῦσʼ ἅ γʼ εἰπεῖν ἤθελον κατʼ ὄμμα σόν,