Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα
  2. τῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι
  3. ἐκεῖνʼ ἅ σε ζῶντʼ ἤθελον λέξαι κακά.
  4. ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς
  5. καὶ τόνδʼ ἔθηκας, οὐδὲν ἠδικημένος,
  6. κἄγημας αἰσχρῶς μητέρʼ ἄνδρα τʼ ἔκτανες
  7. στρατηλατοῦνθʼ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.
  8. ἐς τοῦτο δʼ ἦλθες ἀμαθίας ὥστʼ ἤλπισας
  9. ὡς ἐς σὲ ἐμὴν δὴ μητέρʼ οὐχ ἕξοις κακὴν
  10. γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη.
  11. ἴστω δʼ, ὅταν τις διολέσας δάμαρτά του
  12. κρυπταῖσιν εὐναῖς εἶτʼ ἀναγκασθῇ λαβεῖν,
  13. δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν
  14. ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρʼ οἷ δʼ ἔχειν.