Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν
- ἀγῶνʼ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν
- Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε.
- σύ τʼ, ὦ παρασπίστʼ, ἀνδρὸς εὐσεβεστάτου
- παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς
- δέχου· φέρῃ γὰρ καὶ σὺ τῷδʼ ἴσον μέρος
- ἀγῶνος· αἰεὶ δʼ εὐτυχεῖς φαίνοισθέ μοι.
- θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης
- ἀρχηγέτας τῆσδʼ, εἶτα κἄμʼ ἐπαίνεσον
- τὸν τῶν θεῶν τε τῆς τύχης θʼ ὑπηρέτην.
- ἥκω γὰρ οὐ λόγοισιν ἀλλʼ ἔργοις κτανὼν
- Αἴγισθον· ὡς δὲ τῷ σάφʼ εἰδέναι τάδε
- προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,
- ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες,