Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καλλίνικον ᾠδὰν ἐμῷ χορῷ.
Ἠλέκτρα
  1. ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,
  2. ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,
  3. νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τʼ ἐλεύθεροι,
  4. ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.
  5. φέρʼ, οἷα δὴ χω καὶ δόμοι κεύθουσί μου
  6. κόμης ἀγάλματʼ ἐξενέγκωμαι, φίλαι,
  7. στέψω τʼ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.
Χορός
  1. σὺ μέν νυν ἀγάλματʼ ἄειρε
  2. κρατί· τὸ δʼ ἁμέτερον
  3. χωρήσεται Μούσαισι χόρευμα φίλον.
  4. νῦν οἱ πάρος ἁμέτεροι
  5. γαίας τυραννεύσουσι φίλοι βασιλῆες,
  6. δικαίως --- τοὺς ἀδίκους καθελόντες.
  7. ἀλλʼ ἴτω ξύναυλος βοὰ χαρᾷ.
Ἠλέκτρα
  1. ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου
  2. γεγώς, Ὀρέστα, τῆς ὑπʼ Ἰλίῳ μάχης,
  3. δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.
  4. ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν
  5. ἀγῶνʼ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν