Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.
- φέρʼ, οἷα δὴ χω καὶ δόμοι κεύθουσί μου
- κόμης ἀγάλματʼ ἐξενέγκωμαι, φίλαι,
- στέψω τʼ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.
- σὺ μέν νυν ἀγάλματʼ ἄειρε
- κρατί· τὸ δʼ ἁμέτερον
- χωρήσεται Μούσαισι χόρευμα φίλον.
- νῦν οἱ πάρος ἁμέτεροι
- γαίας τυραννεύσουσι φίλοι βασιλῆες,
- δικαίως --- τοὺς ἀδίκους καθελόντες.
- ἀλλʼ ἴτω ξύναυλος βοὰ χαρᾷ.
- ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου
- γεγώς, Ὀρέστα, τῆς ὑπʼ Ἰλίῳ μάχης,
- δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.