Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ
  2. κάρα ʼπιδείξων οὐχὶ Γοργόνος φέρων,
  3. ἀλλʼ ὃν στυγεῖς Αἴγισθον· αἷμα δʼ αἵματος
  4. πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.
Χορός
  1. θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος,
  2. ὡς νεβρὸς οὐράνιον
  3. πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ.
  4. νικᾷ στεφαναφορίαν
  5. κρείσσω τοῖς παρʼ Ἀλφειοῦ ῥεέθροισι τελέσσας
  6. κασίγνητος σέθεν· ἀλλʼ ἐπάειδε
  7. καλλίνικον ᾠδὰν ἐμῷ χορῷ.
Ἠλέκτρα
  1. ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,
  2. ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,
  3. νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τʼ ἐλεύθεροι,