Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πολλοὶ μάχεσθαι πρὸς δύʼ· ἀνδρείας δʼ ὕπο
- ἔστησαν ἀντίπρῳρα σείοντες βέλη
- Πυλάδης Ὀρέστης τʼ. εἶπε δʼ· οὐχὶ δυσμενὴς
- ἥκω πόλει τῇδʼ οὐδʼ ἐμοῖς ὀπάοσιν,
- φονέα δὲ πατρὸς ἀντετιμωρησάμην
- τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε,
- πατρὸς παλαιοὶ δμῶες. οἳ δʼ, ἐπεὶ λόγων
- ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δʼ ὑπὸ
- γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.
- στέφουσι δʼ εὐθὺς σοῦ κασιγνήτου κάρα
- χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ
- κάρα ʼπιδείξων οὐχὶ Γοργόνος φέρων,
- ἀλλʼ ὃν στυγεῖς Αἴγισθον· αἷμα δʼ αἵματος
- πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.
- θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος,
- ὡς νεβρὸς οὐράνιον
- πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ.
- νικᾷ στεφαναφορίαν
- κρείσσω τοῖς παρʼ Ἀλφειοῦ ῥεέθροισι τελέσσας
- κασίγνητος σέθεν· ἀλλʼ ἐπάειδε