Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δισσοὺς διαύλους ἱππίους διήνυσε,
- κἀνεῖτο λαγόνας. ἱερὰ δʼ ἐς χεῖρας λαβὼν
- Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν
- σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας
- κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.
- χὣ μὲν σκυθράζει, δεσπότης δʼ ἀνιστορεῖ·
- τί χρῆμʼ ἀθυμεῖς; — ὦ ξένʼ, ὀρρωδῶ τινα
- δόλον θυραῖον. ἔστι δʼ ἔχθιστος βροτῶν
- Ἀγαμέμνονος παῖς πολέμιός τʼ ἐμοῖς δόμοις·
- ὃ δʼ εἶπε· φυγάδος δῆτα δειμαίνεις δόλον,
- πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια
- θοινασόμεσθα, Φθιάδʼ ἀντὶ Δωρικῆς
- οἴσει τις ἡμῖν κοπίδʼ, ἀπορρήξω χέλυν;
- λαβὼν δὲ κόπτει. σπλάγχνα δʼ Αἴγισθος λαβὼν
- ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω
- ὄνυχας ἐπʼ ἄκρους στὰς κασίγνητος σέθεν
- ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ
- ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμʼ ἄνω κάτω
- ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.
- δμῶες δʼ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ,