Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν
- καὶ τὴν κατʼ οἴκους Τυνδαρίδα δάμαρτʼ ἐμὴν
- πράσσοντας ὡς νῦν, τοὺς δʼ ἐμοὺς ἐχθροὺς κακῶς
- — λέγων Ὀρέστην καὶ σέ. δεσπότης δʼ ἐμὸς
- τἀναντίʼ ηὔχετʼ, οὐ γεγωνίσκων λόγους,
- λαβεῖν πατρῷα δώματʼ. ἐκ κανοῦ δʼ ἑλὼν
- Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα
- τεμὼν ἐφʼ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,
- κἄσφαξʼ ἐπʼ ὤμων μόσχον ὡς ἦραν χεροῖν
- δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε·
- Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς
- εἶναι τόδʼ, ὅστις ταῦρον ἀρταμεῖ καλῶς
- ἵππους τʼ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,
- δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.
- ὁ δʼ εὐκρότητον Δωρίδʼ ἁρπάσας χεροῖν,
- ῥίψας ἀπʼ ὤμων εὐπρεπῆ πορπάματα,
- Πυλάδην μὲν εἵλετʼ ἐν πόνοις ὑπηρέτην,
- δμῶας δʼ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα,
- λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·
- θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς