Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κἄσφαξʼ ἐπʼ ὤμων μόσχον ὡς ἦραν χεροῖν
  2. δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε·
  3. Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς
  4. εἶναι τόδʼ, ὅστις ταῦρον ἀρταμεῖ καλῶς
  5. ἵππους τʼ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,
  6. δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.
  7. ὁ δʼ εὐκρότητον Δωρίδʼ ἁρπάσας χεροῖν,
  8. ῥίψας ἀπʼ ὤμων εὐπρεπῆ πορπάματα,
  9. Πυλάδην μὲν εἵλετʼ ἐν πόνοις ὑπηρέτην,
  10. δμῶας δʼ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα,
  11. λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·
  12. θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς
  13. δισσοὺς διαύλους ἱππίους διήνυσε,
  14. κἀνεῖτο λαγόνας. ἱερὰ δʼ ἐς χεῖρας λαβὼν