Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·
- οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δʼ ᾖρον κανᾶ,
- ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τʼ ἐσχάρας
- λέβητας ὤρθουν· πᾶσα δʼ ἐκτύπει στέγη.
- λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν
- ἔβαλλε βωμούς, τοιάδʼ ἐννέπων ἔπη·
- νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν
- καὶ τὴν κατʼ οἴκους Τυνδαρίδα δάμαρτʼ ἐμὴν
- πράσσοντας ὡς νῦν, τοὺς δʼ ἐμοὺς ἐχθροὺς κακῶς
- — λέγων Ὀρέστην καὶ σέ. δεσπότης δʼ ἐμὸς
- τἀναντίʼ ηὔχετʼ, οὐ γεγωνίσκων λόγους,
- λαβεῖν πατρῷα δώματʼ. ἐκ κανοῦ δʼ ἑλὼν
- Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα
- τεμὼν ἐφʼ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,