Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν
  2. σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας
  3. κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.
  4. χὣ μὲν σκυθράζει, δεσπότης δʼ ἀνιστορεῖ·
  5. τί χρῆμʼ ἀθυμεῖς; — ὦ ξένʼ, ὀρρωδῶ τινα
  6. δόλον θυραῖον. ἔστι δʼ ἔχθιστος βροτῶν
  7. Ἀγαμέμνονος παῖς πολέμιός τʼ ἐμοῖς δόμοις·
  8. ὃ δʼ εἶπε· φυγάδος δῆτα δειμαίνεις δόλον,
  9. πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια
  10. θοινασόμεσθα, Φθιάδʼ ἀντὶ Δωρικῆς
  11. οἴσει τις ἡμῖν κοπίδʼ, ἀπορρήξω χέλυν;
  12. λαβὼν δὲ κόπτει. σπλάγχνα δʼ Αἴγισθος λαβὼν
  13. ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω
  14. ὄνυχας ἐπʼ ἄκρους στὰς κασίγνητος σέθεν