Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν
- νύμφαις· ἑῷοι δʼ ἐξαναστάντες λέχους
- ἐς ταὐτὸν ἥξετʼ. ἀλλʼ ἴωμεν ἐς δόμους —
- καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ χερὸς λαβὼν
- παρῆγεν ἡμᾶς — οὐδʼ ἀπαρνεῖσθαι χρεών·
- ἐπεὶ δʼ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε·
- λούτρʼ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,
- ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.
- ἀλλʼ εἶπʼ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα
- λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.
- εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,
- Αἴγισθʼ, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθʼ, ἄναξ.
- τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον·
- λόγχας δὲ θέντες δεσπότου φρουρήματα
- δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·
- οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δʼ ᾖρον κανᾶ,
- ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τʼ ἐσχάρας
- λέβητας ὤρθουν· πᾶσα δʼ ἐκτύπει στέγη.
- λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν
- ἔβαλλε βωμούς, τοιάδʼ ἐννέπων ἔπη·