Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα
  2. βίον δύναιτʼ ἂν ξυλλέγειν ἄνευ πόνου.
Ὀρέστης
  1. Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ
  2. πιστὸν νομίζω καὶ φίλον ξένον τʼ ἐμοί·
  3. μόνος δʼ Ὀρέστην τόνδʼ ἐθαύμαζες φίλων,
  4. πράσσονθʼ ἃ πράσσω δείνʼ ὑπʼ Αἰγίσθου παθών,
  5. ὅς μου κατέκτα πατέρα — χἡ πανώλεθρος
  6. μήτηρ. ἀφῖγμαι δʼ ἐκ θεοῦ μυστηρίων
  7. Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος,
  8. φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.
  9. νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς
  10. δάκρυά τʼ ἔδωκα καὶ κόμης ἀπηρξάμην
  11. πυρᾷ τʼ ἐπέσφαξʼ αἷμα μηλείου φόνου,
  12. λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.
  13. καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,
  14. δυοῖν δʼ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην
  15. πρὸς τέρμονας γῆς τῆσδʼ, ἵνʼ ἐκβάλω ποδὶ
  16. ἄλλην ἐπʼ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν,
  17. ζητῶν τʼ ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοις
  18. ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν·