Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν
  2. λαβὼν τά γʼ εἴσω τειχέων σαφῶς μάθω.
  3. νῦν οὖν — ἕως γὰρ λευκὸν ὄμμʼ ἀναίρεται —
  4. ἔξω τρίβου τοῦδʼ ἴχνος ἀλλαξώμεθα.
  5. ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ
  6. φανήσεται νῷν, ἥντινʼ ἱστορήσομεν
  7. εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.
  8. ἀλλʼ — εἰσορῶ γὰρ τήνδε προσπόλον τινά,
  9. πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ
  10. φέρουσαν — ἑζώμεσθα κἀκπυθώμεθα
  11. δούλης γυναικός, ἤν τι δεξώμεσθʼ ἔπος
  12. ἐφʼ οἷσι, Πυλάδη, τήνδʼ ἀφίγμεθα χθόνα.
Ἠλέκτρα
  1. σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ,
  2. ἔμβα, ἔμβα κατακλαίουσα·
  3. ἰώ μοί μοι.
  4. ἐγενόμαν Ἀγαμέμνονος
  5. καί μʼ ἔτεκεν Κλυταιμήστρα
  6. στυγνὰ Τυνδάρεω κόρα,
  7. κικλήσκουσι δέ μʼ ἀθλίαν
  8. Ἠλέκτραν πολιῆται.