Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,
- ἐξέβαλέ μʼ οἴκων, χάριτα τιθεμένη πόσει·
- τεκοῦσα δʼ ἄλλους παῖδας Αἰγίσθῳ πάρα
- πάρεργʼ Ὀρέστην κἀμὲ ποιεῖται δόμων —
- τί γὰρ τάδʼ, ὦ δύστηνʼ, ἐμὴν μοχθεῖς χάριν
- πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,
- καὶ ταῦτʼ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;
- ἐγώ σʼ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον·
- ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.
- μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς
- ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω.
- δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω
- μόχθου ʼπικουφίζουσαν, ὡς ῥᾷον φέρῃς,
- συνεκκομίζειν σοι πόνους. ἅλις δʼ ἔχεις
- τἄξωθεν ἔργα· τἀν δόμοις δʼ ἡμᾶς χρεὼν
- ἐξευτρεπίζειν. εἰσιόντι δʼ ἐργάτῃ
- θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.
- εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω
- πηγαὶ μελάθρων τῶνδʼ. ἐγὼ δʼ ἅμʼ ἡμέρᾳ
- βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.