Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τίς δʼ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;
Ἄγγελος
  1. οὐκ οἶσθʼ ἀδελφοῦ μʼ εἰσορῶσα πρόσπολον;
Ἠλέκτρα
  1. ὦ φίλτατʼ, ἔκ τοι δείματος δυσγνωσίαν
  2. εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.
  3. τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;
Ἄγγελος
  1. τέθνηκε· δίς σοι ταὔθʼ, ἃ γοῦν βούλῃ, λέγω.
Ἠλέκτρα
  1. ὦ θεοί, Δίκη τε πάνθʼ ὁρῶσʼ, ἦλθές ποτε.
  2. ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου
  3. κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.
Ἄγγελος
  1. ἐπεὶ μελάθρων τῶνδʼ ἀπήραμεν πόδα,
  2. ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν
  3. ἔνθʼ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ.
  4. κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,
  5. δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους·
  6. ἰδών τʼ ἀυτεῖ· Χαίρετʼ, ὦ ξένοι· τίνες
  7. πόθεν πορεύεσθʼ; ἔστε τʼ ἐκ ποίας χθονός;
  8. ὁ δʼ εἶπʼ Ὀρέστης· Θεσσαλοί· πρὸς δʼ Ἀλφεὸν
  9. θύσοντες ἐρχόμεσθʼ Ὀλυμπίῳ Διί.
  10. κλύων δὲ ταῦτʼ Αἴγισθος ἐννέπει τάδε·
  11. νῦν μὲν παρʼ ἡμῖν χρὴ συνεστίους ἐμοὶ