Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. λον κατὰ δῶμα ποίμναν.
Χορός
  1. τότε δὴ τότε φαεν-
  2. νὰς ἄστρων μετέβασʼ ὁδοὺς
  3. Ζεὺς καὶ φέγγος ἀελίου
  4. λευκόν τε πρόσωπον ἀ-
  5. οῦς, τὰ δʼ ἕσπερα νῶτʼ ἐλαύ-
  6. νει θερμᾷ φλογὶ θεοπύρῳ,
  7. νεφέλαι δʼ ἔνυδροι πρὸς ἄρ-
  8. κτον, ξηραί τʼ Ἀμμωνίδες ἕ-
  9. δραι φθίνουσʼ ἀπειρόδροσοι,
  10. καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.
Χορός
  1. λέγεται, τὰν δὲ πί-
  2. στιν σμικρὰν παρʼ ἔμοιγʼ ἔχει,
  3. στρέψαι θερμὰν ἀέλιον
  4. χρυσωπὸν ἕδραν ἀλλά-
  5. ξαντα δυστυχίᾳ βροτεί-
  6. ῳ θνατᾶς ἕνεκεν δίκας.
  7. φοβεροὶ δὲ βροτοῖσι μῦ-
  8. θοι κέρδος πρὸς θεῶν θεραπεί-
  9. αν. ὧν οὐ μνασθεῖσα πόσιν