Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- στὰς κᾶρυξ ἰάχει βάθροις·
- Ἀγορὰν ἀγοράν, Μυκη-
- ναῖοι, στείχετε μακαρίων
- ὀψόμενοι τυράννων
- φάσματα δείματα --- χοροὶ δʼ Ἀτρει-
- δᾶν ἐγέραιρον οἴκους·
- θυμέλαι δʼ ἐπίτναντο χρυ-
- σήλατοι,
- σελαγεῖτο δʼ ἀνʼ ἄστυ πῦρ
- ἐπιβώμιον Ἀργείων·
- λωτὸς δὲ φθόγγον κελάδει
- κάλλιστον, Μουσᾶν θεράπων·
- μολπαὶ δʼ ηὔξοντʼ ἐραταί,
- χρυσέας ἀρνὸς ἐπίλογοι,
- Θυέστου· κρυφίαις γὰρ εὐ-
- ναῖς πείσας ἄλοχον φίλαν
- Ἀτρέως, τέρας ἐκκομί-
- ζει πρὸς δώματα· νεόμενος δʼ
- εἰς ἀγόρους ἀυτεῖ
- τὰν κερόεσσαν ἔχειν χρυσεόμαλ-