Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μόχθου ʼπικουφίζουσαν, ὡς ῥᾷον φέρῃς,
  2. συνεκκομίζειν σοι πόνους. ἅλις δʼ ἔχεις
  3. τἄξωθεν ἔργα· τἀν δόμοις δʼ ἡμᾶς χρεὼν
  4. ἐξευτρεπίζειν. εἰσιόντι δʼ ἐργάτῃ
  5. θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.
Αὐτουργός
  1. εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω
  2. πηγαὶ μελάθρων τῶνδʼ. ἐγὼ δʼ ἅμʼ ἡμέρᾳ
  3. βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.
  4. ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα
  5. βίον δύναιτʼ ἂν ξυλλέγειν ἄνευ πόνου.
Ὀρέστης
  1. Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ
  2. πιστὸν νομίζω καὶ φίλον ξένον τʼ ἐμοί·
  3. μόνος δʼ Ὀρέστην τόνδʼ ἐθαύμαζες φίλων,
  4. πράσσονθʼ ἃ πράσσω δείνʼ ὑπʼ Αἰγίσθου παθών,