Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀλλʼ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς —
  2. γόους τʼ ἀφίημʼ αἰθέρʼ ἐς μέγαν πατρί.
  3. ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,
  4. ἐξέβαλέ μʼ οἴκων, χάριτα τιθεμένη πόσει·
  5. τεκοῦσα δʼ ἄλλους παῖδας Αἰγίσθῳ πάρα
  6. πάρεργʼ Ὀρέστην κἀμὲ ποιεῖται δόμων —
Αὐτουργός
  1. τί γὰρ τάδʼ, ὦ δύστηνʼ, ἐμὴν μοχθεῖς χάριν
  2. πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,
  3. καὶ ταῦτʼ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;
Ἠλέκτρα
  1. ἐγώ σʼ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον·
  2. ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.
  3. μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς
  4. ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω.
  5. δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω