Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὅς μου κατέκτα πατέρα — χἡ πανώλεθρος
  2. μήτηρ. ἀφῖγμαι δʼ ἐκ θεοῦ μυστηρίων
  3. Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος,
  4. φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.
  5. νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς
  6. δάκρυά τʼ ἔδωκα καὶ κόμης ἀπηρξάμην
  7. πυρᾷ τʼ ἐπέσφαξʼ αἷμα μηλείου φόνου,
  8. λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.
  9. καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,
  10. δυοῖν δʼ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην
  11. πρὸς τέρμονας γῆς τῆσδʼ, ἵνʼ ἐκβάλω ποδὶ
  12. ἄλλην ἐπʼ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν,
  13. ζητῶν τʼ ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοις
  14. ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν·