Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δόμων ἔσω βᾶσʼ εὐτρεπὲς ποήσομαι.
  2. ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν,
  3. ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σου
  4. τἀναντίʼ ἔσται τῶνδε· ταῦτά σοι λέγω.
Ὀρέστης
  1. πάντʼ οἶδα.
Ἠλέκτρα
  1. πρὸς τάδʼ ἄνδρα γίγνεσθαί σε χρή.
  2. ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε
  3. κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δʼ ἐγὼ
  4. πρόχειρον ἔγχος χειρὶ βαστάζουσʼ ἐμῇ.
  5. οὐ γάρ ποτʼ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη
  6. δίκην ὑφέξω, σῶμʼ ἐμὸν καθυβρίσαι.
Χορός
  1. ἀταλᾶς ὑπὸ ματρὸς ἄρνʼ
  2. Ἀργείων
  3. ὀρέων ποτὲ κληδὼν ἐν
  4. πολιαῖσι μένει φήμαις
  5. εὐαρμόστοις ἐν καλάμοις
  6. Πᾶνα μοῦσαν ἡδύθροον
  7. πνέοντʼ, ἀγρῶν ταμίαν,
  8. χρυσέαν καλλιπλόκαμον
  9. πορεῦσαι. πετρίνοις δʼ ἐπι-