Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Πᾶνα μοῦσαν ἡδύθροον
  2. πνέοντʼ, ἀγρῶν ταμίαν,
  3. χρυσέαν καλλιπλόκαμον
  4. πορεῦσαι. πετρίνοις δʼ ἐπι-
  5. στὰς κᾶρυξ ἰάχει βάθροις·
  6. Ἀγορὰν ἀγοράν, Μυκη-
  7. ναῖοι, στείχετε μακαρίων
  8. ὀψόμενοι τυράννων
  9. φάσματα δείματα --- χοροὶ δʼ Ἀτρει-
  10. δᾶν ἐγέραιρον οἴκους·
Χορός
  1. θυμέλαι δʼ ἐπίτναντο χρυ-
  2. σήλατοι,
  3. σελαγεῖτο δʼ ἀνʼ ἄστυ πῦρ
  4. ἐπιβώμιον Ἀργείων·