Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- λωτὸς δὲ φθόγγον κελάδει
- κάλλιστον, Μουσᾶν θεράπων·
- μολπαὶ δʼ ηὔξοντʼ ἐραταί,
- χρυσέας ἀρνὸς ἐπίλογοι,
- Θυέστου· κρυφίαις γὰρ εὐ-
- ναῖς πείσας ἄλοχον φίλαν
- Ἀτρέως, τέρας ἐκκομί-
- ζει πρὸς δώματα· νεόμενος δʼ
- εἰς ἀγόρους ἀυτεῖ
- τὰν κερόεσσαν ἔχειν χρυσεόμαλ-
- λον κατὰ δῶμα ποίμναν.
- τότε δὴ τότε φαεν-
- νὰς ἄστρων μετέβασʼ ὁδοὺς
- Ζεὺς καὶ φέγγος ἀελίου