Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σου
- τἀναντίʼ ἔσται τῶνδε· ταῦτά σοι λέγω.
- πάντʼ οἶδα.
- πρὸς τάδʼ ἄνδρα γίγνεσθαί σε χρή.
- ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε
- κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δʼ ἐγὼ
- πρόχειρον ἔγχος χειρὶ βαστάζουσʼ ἐμῇ.
- οὐ γάρ ποτʼ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη
- δίκην ὑφέξω, σῶμʼ ἐμὸν καθυβρίσαι.
- ἀταλᾶς ὑπὸ ματρὸς ἄρνʼ
- Ἀργείων
- ὀρέων ποτὲ κληδὼν ἐν
- πολιαῖσι μένει φήμαις
- εὐαρμόστοις ἐν καλάμοις