Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σύ τʼ, ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ —
Ἠλέκτρα
  1. καὶ Γαῖʼ ἄνασσα, χεῖρας ᾗ δίδωμʼ ἐμὰς —
Πρέσβυς
  1. ἄμυνʼ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.
Ὀρέστης
  1. νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών.
Ἠλέκτρα
  1. οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ —
Πρέσβυς
  1. χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας.
Ἠλέκτρα
  1. ἤκουσας, ὦ δείνʼ ἐξ ἐμῆς μητρὸς παθών;
Πρέσβυς
  1. πάντʼ, οἶδʼ, ἀκούει τάδε πατήρ· στείχειν δʼ ἀκμή.
Ἠλέκτρα
  1. καί σοι προφωνῶ πρὸς τάδʼ Αἴγισθον θανεῖν·
  2. ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ,
  3. τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε·
  4. παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει.
  5. δόμων ἔσω βᾶσʼ εὐτρεπὲς ποήσομαι.
  6. ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν,