Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- στείχοιμʼ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθʼ ὁδοῦ.
- καὶ μὴν ἐγὼ πέμποιμʼ ἂν οὐκ ἀκουσίως.
- ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖʼ ἐχθρῶν γενοῦ —
- οἴκτιρέ θʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν —
- οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους.
- Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς —
- νίκην δὸς ἡμῖν, εἰ δίκαιʼ αἰτούμεθα.
- δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.
- σύ τʼ, ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ —
- καὶ Γαῖʼ ἄνασσα, χεῖρας ᾗ δίδωμʼ ἐμὰς —
- ἄμυνʼ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.
- νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών.
- οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ —
- χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας.
- ἤκουσας, ὦ δείνʼ ἐξ ἐμῆς μητρὸς παθών;
- πάντʼ, οἶδʼ, ἀκούει τάδε πατήρ· στείχειν δʼ ἀκμή.
- καί σοι προφωνῶ πρὸς τάδʼ Αἴγισθον θανεῖν·
- ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ,
- τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε·
- παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει.