Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. εἰ γὰρ θάνοιμι τοῦτʼ ἰδὼν ἐγώ ποτε.
Ἠλέκτρα
  1. πρώτιστα μέν νυν τῷδʼ ὑφήγησαι, γέρον —
Πρέσβυς
  1. Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;
Ἠλέκτρα
  1. ἔπειτʼ ἀπαντῶν μητρὶ τἀπʼ ἐμοῦ φράσον.
Πρέσβυς
  1. ὥστʼ αὐτά γʼ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.
Ἠλέκτρα
  1. σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.
Ὀρέστης
  1. στείχοιμʼ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθʼ ὁδοῦ.
Πρέσβυς
  1. καὶ μὴν ἐγὼ πέμποιμʼ ἂν οὐκ ἀκουσίως.
Ὀρέστης
  1. ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖʼ ἐχθρῶν γενοῦ —
Ἠλέκτρα
  1. οἴκτιρέ θʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν —
Πρέσβυς
  1. οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους.
Ἠλέκτρα
  1. Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς —
Ὀρέστης
  1. νίκην δὸς ἡμῖν, εἰ δίκαιʼ αἰτούμεθα.
Πρέσβυς
  1. δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.