Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.
- ἔσται τάδʼ· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;
- λέγʼ, ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών·
- λεχώ μʼ ἀπάγγελλʼ οὖσαν ἄρσενος τόκῳ.
- πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή;
- δέχʼ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.
- καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;
- ἥξει κλύουσα λόχιά μου νοσήματα.
- πόθεν; τί δʼ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον;
- ναί· καὶ δακρύσει γʼ ἀξίωμʼ ἐμῶν τόκων.
- ἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε.
- ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.
- καὶ μὴν ἐπʼ αὐτάς γʼ εἶσι σῶν δόμων πύλας.
- οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε;