Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὐδʼ ἐλλέλοιπας ἐλπίδʼ — ἴσθι μου κλύων,
  2. ἐν χειρὶ τῇ σῇ πάντʼ ἔχεις καὶ τῇ τύχῃ,
  3. πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.
Ὀρέστης
  1. τί δῆτα δρῶντες τοῦδʼ ἂν ἐξικοίμεθα;
Πρέσβυς
  1. κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.
Ὀρέστης
  1. ἥκω ʼπὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;
Πρέσβυς
  1. τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδʼ ἂν εἰ θέλοις.
Ὀρέστης
  1. φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;
Πρέσβυς
  1. ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.
Ὀρέστης
  1. εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.
Πρέσβυς
  1. κἀμοῦ γʼ ἄκουσον· ἄρτι γάρ μʼ ἐσῆλθέ τι.
Ὀρέστης
  1. ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δʼ ἐγώ.
Πρέσβυς
  1. Αἴγισθον εἶδον, ἡνίχʼ εἷρπον ἐνθάδε.
Ὀρέστης
  1. προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;
Πρέσβυς
  1. ἀγρῶν πέλας τῶνδʼ ἱπποφορβίων ἔπι.
Ὀρέστης
  1. τί δρῶνθʼ; ὁρῶ γὰρ ἐλπίδʼ ἐξ ἀμηχάνων.
Πρέσβυς
  1. Νύμφαις ἐπόρσυνʼ ἔροτιν, ὡς ἔδοξέ μοι.
Ὀρέστης
  1. τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;
Πρέσβυς
  1. οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.
Ὀρέστης
  1. πόσων μετʼ ἀνδρῶν; ἢ μόνος δμώων μέτα;