Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
- οὔ πού τις ὅστις γνωριεῖ μʼ ἰδών, γέρον;
- δμῶες μέν εἰσιν, οἳ σέ γʼ οὐκ εἶδόν ποτε.
- ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;
- δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.
- πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;
- στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.
- ὁδὸν παρʼ αὐτήν, ὡς ἔοικʼ, ἀγροὺς ἔχει;
- ὅθεν γʼ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.
- πικρόν γε συνθοινάτορʼ, ἢν θεὸς θέλῃ.
- τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.
- καλῶς ἔλεξας. — ἡ τεκοῦσα δʼ ἐστὶ ποῦ;
- Ἄργει· παρέσται δʼ οὖν πόσει θοίνην ἔπι.
- τί δʼ οὐχ ἅμʼ ἐξωρμᾶτʼ ἐμὴ μήτηρ πόσει;
- ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.
- ξυνῆχʼ· ὕποπτος οὖσα γιγνώσκει πόλει.
- τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.
- πῶς οὖν ἐκείνην τόνδε τʼ ἐν ταὐτῷ κτενῶ;
- ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.
- καὶ μὴν ἐκεῖνά γʼ ἡ τύχη θήσει καλῶς.