Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πατρίων ἀπὸ δωμάτων τάλας
  2. ἀλαίνων ἔβα.
  3. θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει
  4. νίκαν, ὦ φίλα.
  5. ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς
  6. ἐς θεούς, τύχᾳ σοι τύχᾳ
  7. κασίγνητον ἐμβατεῦσαι πόλιν.
Ὀρέστης
  1. εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων
  2. ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν.
  3. σὺ δʼ, ὦ γεραιέ — καίριος γὰρ ἤλυθες —
  4. λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός;
  5. μητέρα τε κοινωνὸν ἀνοσίων γάμων;
  6. ἔστιν τί μοι κατʼ Ἄργος εὐμενὲς φίλων;
  7. ἢ πάντʼ ἀνεσκευάσμεθʼ, ὥσπερ αἱ τύχαι;
  8. τῷ ξυγγένωμαι; νύχιος ἢ καθʼ ἡμέραν;
  9. ποίαν ὁδὸν τραπώμεθʼ εἰς ἐχθροὺς ἐμούς;
Πρέσβυς
  1. ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.
  2. εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,
  3. κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
  4. σὺ δʼ — ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις