Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- εἰ γάρ νιν ἔσχεν ἀξίωμʼ ἔχων ἀνήρ,
- εὕδοντʼ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος
- φόνον δίκη τʼ ἂν ἦλθεν Αἰγίσθῳ τότε.
- ἣν οὔποθʼ ἁνὴρ ὅδε — σύνοιδέ μοι Κύπρις —
- ᾔσχυνεν εὐνῇ· παρθένος δʼ ἔτʼ ἐστὶ δή.
- αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα
- λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.
- στένω δὲ τὸν λόγοισι κηδεύοντʼ ἐμοὶ
- ἄθλιον Ὀρέστην, εἴ ποτʼ εἰς Ἄργος μολὼν
- γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.
- ὅστις δέ μʼ εἶναί φησι μῶρον, εἰ λαβὼν
- νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω,
- γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος
- τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.
- ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ,
- ἐν ᾗ τόδʼ ἄγγος τῷδʼ ἐφεδρεῦον κάρᾳ
- φέρουσα πηγὰς ποταμίας μετέρχομαι —
- οὐ δή τι χρείας ἐς τοσόνδʼ ἀφιγμένη,
- ἀλλʼ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς —
- γόους τʼ ἀφίημʼ αἰθέρʼ ἐς μέγαν πατρί.