Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐν ᾧ ποτʼ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;
Ἠλέκτρα
  1. οὐκ οἶσθʼ, Ὀρέστης ἡνίκʼ ἐκπίπτει χθονός,
  2. νέαν μʼ ἔτʼ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,
  3. πῶς ἂν τότʼ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,
  4. εἰ μὴ ξυναύξοινθʼ οἱ πέπλοι τῷ σώματι;
  5. ἀλλʼ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος
  6. ἐκείρατʼ, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς —
Πρέσβυς
  1. οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν
  2. αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.
Ἠλέκτρα
  1. οἵδʼ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.
Πρέσβυς
  1. ἀλλʼ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε·
  2. πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.
  3. ὅμως δέ. — χαίρειν τοὺς ξένους προσεννέπω.
Ὀρέστης
  1. χαῖρʼ, ὦ γεραιέ. — τοῦ ποτʼ, Ἠλέκτρα, τόδε