Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,
  2. ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,
  3. ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλʼ ἀμήχανον.
  4. πολλοῖς δʼ ἂν εὕροις βοστρύχους ὁμοπτέρους
  5. καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.
Πρέσβυς
  1. σὺ δʼ εἰς ἴχνος βᾶσʼ ἀρβύλης σκέψαι βάσιν
  2. εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον.
Ἠλέκτρα
  1. πῶς δʼ ἂν γένοιτʼ ἂν ἐν κραταιλέῳ πέδῳ
  2. γαίας ποδῶν ἔκμακτρον; εἰ δʼ ἔστιν τόδε,
  3. δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτʼ ἴσος
  4. ἀνδρός τε καὶ γυναικός, ἀλλʼ ἅρσην κρατεῖ.
Πρέσβυς
  1. οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών,
  2. ---
  3. κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς,