Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πυρᾶς δʼ ἐπʼ αὐτῆς οἶν μελάγχιμον πόκῳ
  2. σφάγιον ἐσεῖδον αἷμά τʼ οὐ πάλαι χυθὲν
  3. ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.
  4. κἀθαύμασʼ, ὦ παῖ, τίς ποτʼ ἀνθρώπων ἔτλη
  5. πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.
  6. ἀλλʼ ἦλθʼ ἴσως που σὸς κασίγνητος λάθρᾳ,
  7. μολὼν δʼ ἐθαύμασʼ ἄθλιον τύμβον πατρός.
  8. σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ,
  9. εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός·
  10. φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός,
  11. τὰ πόλλʼ ὅμοια σώματος πεφυκέναι.
Ἠλέκτρα
  1. οὐκ ἄξιʼ ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις,
  2. εἰ κρυπτὸν ἐς γῆν τήνδʼ ἂν Αἰγίσθου φόβῳ
  3. δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.
  4. ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,
  5. ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,
  6. ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλʼ ἀμήχανον.
  7. πολλοῖς δʼ ἂν εὕροις βοστρύχους ὁμοπτέρους
  8. καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.
Πρέσβυς
  1. σὺ δʼ εἰς ἴχνος βᾶσʼ ἀρβύλης σκέψαι βάσιν