Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον.
- πῶς δʼ ἂν γένοιτʼ ἂν ἐν κραταιλέῳ πέδῳ
- γαίας ποδῶν ἔκμακτρον; εἰ δʼ ἔστιν τόδε,
- δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτʼ ἴσος
- ἀνδρός τε καὶ γυναικός, ἀλλʼ ἅρσην κρατεῖ.
- οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών,
- ---
- κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς,
- ἐν ᾧ ποτʼ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;
- οὐκ οἶσθʼ, Ὀρέστης ἡνίκʼ ἐκπίπτει χθονός,
- νέαν μʼ ἔτʼ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,
- πῶς ἂν τότʼ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,
- εἰ μὴ ξυναύξοινθʼ οἱ πέπλοι τῷ σώματι;
- ἀλλʼ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος
- ἐκείρατʼ, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς —
- οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν
- αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.
- οἵδʼ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.
- ἀλλʼ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε·
- πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.