Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,
  2. ζῶντʼ εἰσακούσας παῖδʼ ὃν ἐκσῴζει ποτέ.
  3. οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα
  4. λάβοιμεν ἄν τι· πικρὰ δʼ ἀγγείλαιμεν ἄν,
  5. εἰ ζῶντʼ Ὀρέστην ἡ τάλαινʼ αἴσθοιτʼ ἔτι.
Αὐτουργός
  1. ἀλλʼ, εἰ δοκεῖ σοι, τούσδʼ ἀπαγγελῶ λόγους
  2. γέροντι· χώρει δʼ ἐς δόμους ὅσον τάχος
  3. καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ
  4. χρῄζουσʼ ἂν εὕροι δαιτὶ προσφορήματα.
  5. ἔστιν δὲ δὴ τοσαῦτά γʼ ἐν δόμοις ἔτι,
  6. ὥσθʼ ἕν γʼ ἐπʼ ἦμαρ τούσδε πληρῶσαι βορᾶς.
  7. ἐν τοῖς τοιούτοις δʼ ἡνίκʼ ἂν γνώμης πέσω,
  8. σκοπῶ τὰ χρήμαθʼ ὡς ἔχει μέγα σθένος,
  9. ξένοις τε δοῦναι σῶμά τʼ ἐς νόσους πεσὸν