Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ
  2. θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν
  3. μόλις προβαίνουσʼ ἡ τύχη σταίη καλῶς.
Ἠλέκτρα
  1. ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν
  2. τί τούσδʼ ἐδέξω μείζονας σαυτοῦ ξένους;
Αὐτουργός
  1. τί δʼ; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,
  2. οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσʼ ὁμῶς;
Ἠλέκτρα
  1. ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,
  2. ἔλθʼ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός,
  3. ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους
  4. τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς
  5. ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·
  6. κέλευε δʼ αὐτὸν τῶνδʼ ἐμοὐσαφιγμένων
  7. ἐλθεῖν, ξένων τʼ ἐς δαῖτα πορσῦναί τινα.