Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δαπάναισι σῷσαι· τῆς δʼ ἐφʼ ἡμέραν βορᾶς
- ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ
- ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.
- κλειναὶ νᾶες, αἵ ποτʼ ἔβατε Τροίαν
- τοῖς ἀμετρήτοις ἐρετμοῖς
- πέμπουσαι χοροὺς μετὰ Νηρῄδων,
- ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελ-
- φὶς πρῴραις κυανεμβόλοι-
- σιν εἱλισσόμενος,
- πορεύων τὸν τᾶς Θέτιδος
- κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ
- σὺν Ἀγαμέμνονι Τρωίας
- ἐπὶ Σιμουντίδας ἀκτάς.
- Νηρῇδες δʼ Εὐβοῖδας ἄκρας λιποῦσαι