Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- κέλευε δʼ αὐτὸν τῶνδʼ ἐμοὐσαφιγμένων
- ἐλθεῖν, ξένων τʼ ἐς δαῖτα πορσῦναί τινα.
- ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,
- ζῶντʼ εἰσακούσας παῖδʼ ὃν ἐκσῴζει ποτέ.
- οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα
- λάβοιμεν ἄν τι· πικρὰ δʼ ἀγγείλαιμεν ἄν,
- εἰ ζῶντʼ Ὀρέστην ἡ τάλαινʼ αἴσθοιτʼ ἔτι.
- ἀλλʼ, εἰ δοκεῖ σοι, τούσδʼ ἀπαγγελῶ λόγους
- γέροντι· χώρει δʼ ἐς δόμους ὅσον τάχος
- καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ
- χρῄζουσʼ ἂν εὕροι δαιτὶ προσφορήματα.
- ἔστιν δὲ δὴ τοσαῦτά γʼ ἐν δόμοις ἔτι,
- ὥσθʼ ἕν γʼ ἐπʼ ἦμαρ τούσδε πληρῶσαι βορᾶς.
- ἐν τοῖς τοιούτοις δʼ ἡνίκʼ ἂν γνώμης πέσω,
- σκοπῶ τὰ χρήμαθʼ ὡς ἔχει μέγα σθένος,
- ξένοις τε δοῦναι σῶμά τʼ ἐς νόσους πεσὸν
- δαπάναισι σῷσαι· τῆς δʼ ἐφʼ ἡμέραν βορᾶς
- ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ
- ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.
- κλειναὶ νᾶες, αἵ ποτʼ ἔβατε Τροίαν