Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δεξώμεθʼ οἴκων καταλύσεις. χωρεῖν χρεών,
- δμῶες, δόμων τῶνδʼ ἐντός. ὡς ἐμοὶ πένης
- εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.
- αἰνῶ μὲν οὖν τοῦδʼ ἀνδρὸς ἐσδοχὰς δόμων,
- ἐβουλόμην δʼ ἄν, εἰ κασίγνητός με σὸς
- ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.
- ἴσως δʼ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι
- χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.
- νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ
- θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν
- μόλις προβαίνουσʼ ἡ τύχη σταίη καλῶς.
- ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν
- τί τούσδʼ ἐδέξω μείζονας σαυτοῦ ξένους;
- τί δʼ; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,
- οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσʼ ὁμῶς;
- ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,
- ἔλθʼ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός,
- ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους
- τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς
- ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·