Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τοῖς ἀμετρήτοις ἐρετμοῖς
  2. πέμπουσαι χοροὺς μετὰ Νηρῄδων,
  3. ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελ-
  4. φὶς πρῴραις κυανεμβόλοι-
  5. σιν εἱλισσόμενος,
  6. πορεύων τὸν τᾶς Θέτιδος
  7. κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ
  8. σὺν Ἀγαμέμνονι Τρωίας
  9. ἐπὶ Σιμουντίδας ἀκτάς.
Χορός
  1. Νηρῇδες δʼ Εὐβοῖδας ἄκρας λιποῦσαι
  2. μόχθους ἀσπιστὰς ἀκμόνων
  3. Ἡφαίστου χρυσέων ἔφερον τευχέων,
  4. ἀνά τε Πήλιον ἀνά τε πρυ-
  5. μνὰς Ὄσσας ἱερᾶς νάπας
  6. Νυμφαίας σκοπιὰς
  7. κόρας μάτευσʼ, ἔνθα πατὴρ
  8. ἱππότας τρέφεν Ἑλλάδι φῶς
  9. Θέτιδος εἰνάλιον γόνον
  10. ταχύπορον πόδʼ Ἀτρείδαις.
Χορός
  1. Ἰλιόθεν δʼ ἔκλυόν τινος ἐν λιμέσιν